Matthew 17:14-19

14Καὶ
 ἐλθόντων = WH Treg NA/NIV: || ἐλθόντων αὐτῶν = RP
ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
15καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς
 πάσχει = NA/NIV RP: || ἔχει = WH Treg
πάσχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε
 μεθ᾽ ὑμῶν ἔσομαι = WH Treg NA/NIV: || ἔσομαι μεθ᾽ ὑμῶν = RP
μεθ᾽ ὑμῶν ἔσομαι ⸃; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
18καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
Copyright information for SBLG